previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κατρέα τὸ ὄνομα, Ἰνδὸν τὸ γένος, τῇ φύσει ὄρνιν λέγει Κλείταρχος εἶναι τὸ κάλλος ὑπερήφανον: τὸ μέγεθος γὰρ εἴη ἂν κατὰ τὸν ταῶν, τὰ δὲ ἄκρα τῶν πτερῶν ἔοικε σμαράγδῳ. καὶ ὁρῶντος μὲν ἄλλοσε οὐκ οἶσθα οἵους ὀφθαλμοὺς ἔχει: εἰ δὲ ἐς σὲ ἀπίδοι, ἐρεῖς κινναβάρινον εἶναι τὸ ὄμμα πλὴν τῆς κόρης: ἐκείνη δὲ μηλιάδι τὴν χρόαν προσείκασται καὶ βλέπει ὀξύ. τό γε μὴν τοῖς ἁπάντων ὀφθαλμοῖς λευκόν, ἀλλὰ τοῖς τοῦ κατρέως τοῦδε ὠχρόν ἐστι. τὰ δὲ τῆς κεφαλῆς πτίλα γλαυκωπά, καὶ ἔχει ῥανίδας οἱονεὶ κρόκῳ προσεικασμένας εἶτα ἄλλην ἄλλῃ διεσπαρμένας. πόδες δὲ αὐτῷ σανδαράκινοι. ἔχει δὲ καὶ φώνημα εὔμουσον καὶ κατὰ τὴν ἀηδόνα τορόν. Ἰνδοὶ δὲ ἄρα τὴν ἐξ ὀρνίθων τροφὴν εἶχον, ἵνα καὶ οἱ ὁρῶντες ἑστιᾶν τὴν ὄψιν δύνωνται. ἰδεῖν γοῦν αὐτοῖς πάρεστι καὶ ὅλους πορφυροῦς καὶ τῇ καθαρωτάτῃ φλογὶ προσεοικότας: καὶ τούτων αἱ πτήσεις κατὰ πλῆθός εἰσιν, ὡς νομίζειν νέφη: ἄλλοι γε μὴν ποικίλοι καὶ οὐ πάνυ τι τὸ εἶδος εὔρητοι, μελῳδίαν δὲ καὶ εὐστομίαν καὶ εὐγλωττίαν ἄμαχοι, ὡς εἶναι, εἰ μή πη καὶ τραχύτερόν ἐστιν εἰπεῖν, Σειρῆνάς τινας. κατάπτεροι γὰρ ὡς ἦσαν αἱ τοῦ μύθου κόραι, ποιηταί τε ᾄδουσιν καὶ ζωγράφοι δεικνύουσιν. [p. 423]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: